ΑΠΟΣΤΟΛΟΣ

...ΑΠΟΣΤΟΛΟΣ --- ΠΡΟΚΕΙΜΕΝΑ καί ΑΛΛΗΛΟΥΪΑΡΙΑ -- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ -- ΕΠΙΣΤΟΛΑΙ ΠΑΥΛΟΥ ΠΕΡΙΟΔΩΝ Α,Β,Γ,Δ,Ε -- ΑΠΟΣΤΟΛΟΙ ΕΟΡΤΩΝ ΤΩΝ ΜΗΝΩΝ, ΙΑΝ, ΦΕΒ, ΜΑΡ, ΑΠΡ, ΜΑΪ, ΙΟΥΝ, ΙΟΥΛ, ΑΥΓ, ΣΕΠ, ΟΚΤ, ΝΟΕ, ΔΕΚ....

Κυριακή 25 Σεπτεμβρίου 2016

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Ζ´ ΕΒΔΟΜΑΔΟΣ




Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα   21:8-14
Ἐν  ταῖς ἡμέραις ἐκείναις, ἐξελθόντες οἱ ἀπόστολοι ἀπὸ Τύρου  ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾿ αὐτῷ. Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι. Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους κατῆλθέ τις ἀπὸ τῆς ᾿Ιουδαίας προφήτης ὀνόματι ῎Αγαβος, καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ῞Αγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς ῾Ιερουσαλὴμ οἱ ᾿Ιουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς ῾Ιερουσαλήμ. Ἀπεκρίθη τε ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς ῾Ιερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ᾿Ιησοῦ. Μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γινέσθω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου